Socrate respinge l’accusa di essere un ciarlatano

Platon

The music player is only available for users with at least 1,000 points.

Download "Socrate respinge l’accusa di essere un ciarlatano"

Socrate respinge l'accusa di essere un ciarlatano by Platon

Release Date
Fri Dec 04 2015
Performed by
Platon
Produced by
Rfuganti
Writed by

Socrate respinge l’accusa di essere un ciarlatano Annotated

ἀναλάβωμεν οὖν ἐξ ἀρχῆς τίς ἡ κατηγορία ἐστὶν ἐξ ἧς ἡ ἐμὴ διαβολὴ γέγονεν, ᾗ δὴ καὶ πιστεύων Μέλητός με ἐγράψατο τὴν γραφὴν ταύτην. εἶεν· τί δὴ λέγοντες διέβαλλον οἱ διαβάλλοντες; ὥσπερ οὖν κατηγόρων τὴν ἀντωμοσίαν δεῖ ἀναγνῶναι αὐτῶν· “Σωκράτης ἀδικεῖ καὶ περιεργάζεται ζητῶν τά τε ὑπὸ γῆς καὶ οὐράνια καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν καὶ ἄλλους ταὐτὰ ταῦτα διδάσκων”. τοιαύτη τίς ἐστιν· ταῦτα γὰρ ἑωρᾶτε καὶ αὐτοὶ ἐν τῇ Ἀριστοφάνους κωμῳδίᾳ, Σωκράτη τινὰ ἐκεῖ περιφερόμενον, φάσκοντά τε ἀεροβατεῖν καὶ ἄλλην πολλὴν φλυαρίαν φλυαροῦντα, ὧν ἐγὼ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν πέρι ἐπαΐω. καὶ οὐχ ὡς ἀτιμάζων λέγω τὴν τοιαύτην ἐπιστήμην, εἴ τις περὶ τῶν τοιούτων σοφός ἐστιν--μή πως ἐγὼ ὑπὸ Μελήτου τοσαύτας δίκας φεύγοιμι-- ἀλλὰ γὰρ ἐμοὶ τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδὲν μέτεστιν. μάρτυρας δὲ αὖ ὑμῶν τοὺς πολλοὺς παρέχομαι, καὶ ἀξιῶ ὑμᾶς ἀλλήλους διδάσκειν τε καὶ φράζειν, ὅσοι ἐμοῦ πώποτε ἀκηκόατε διαλεγομένου

Socrate respinge l’accusa di essere un ciarlatano Q&A

Who produced Socrate respinge l’accusa di essere un ciarlatano's ?

Socrate respinge l’accusa di essere un ciarlatano was produced by Rfuganti.

When did Platon release Socrate respinge l’accusa di essere un ciarlatano?

Platon released Socrate respinge l’accusa di essere un ciarlatano on Fri Dec 04 2015.

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com